Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.170 Joseph. AJ 20.176 (English) >>Joseph. AJ 20.180

20.173

Γίνεται δὲ καὶ τῶν Καισάρειαν οἰκούντων Ἰουδαίων στάσις πρὸς τοὺς ἐν αὐτῇ Σύρους περὶ ἰσοπολιτείας· οἱ μὲν γὰρ Ἰουδαῖοι πρωτεύειν ἠξίουν διὰ τὸ τὸν κτίστην τῆς Καισαρείας Ἡρώδην αὐτῶν βασιλέα γεγονέναι τὸ γένος Ἰουδαῖον, Σύροι δὲ τὰ μὲν περὶ τὸν Ἡρώδην ὡμολόγουν, ἔφασκον δὲ τὴν Καισάρειαν Στράτωνος πύργον τὸ πρότερον καλεῖσθαι καὶ τότε μηδένα γεγονέναι τῆς πόλεως αὐτῶν Ἰουδαῖον οἰκήτορα. 20.174ταῦτα ἀκούσαντες οἱ τῆς χώρας ἔπαρχοι λαβόντες ἀμφοτέρωθεν τοὺς αἰτίους τῆς στάσεως πληγαῖς ᾐκίσαντο καὶ τὴν ταραχὴν οὕτω κατέστειλαν πρὸς ὀλίγον. 20.175πάλιν γὰρ οἱ κατὰ τὴν πόλιν Ἰουδαῖοι τῷ πλούτῳ θαρροῦντες καὶ διὰ τοῦτο καταφρονοῦντες τῶν Σύρων ἐβλασφήμουν εἰς αὐτοὺς ἐρεθίσειν προσδοκῶντες. 20.176οἱ δὲ χρήμασιν μὲν ἡττώμενοι, μέγα δὲ φρονοῦντες ἐπὶ τῷ τοὺς πλείστους τῶν ὑπὸ Ῥωμαίοις ἐκεῖ στρατευομένων Καισαρεῖς εἶναι καὶ Σεβαστηνοὺς μέχρι μέν τινος καὶ αὐτοὶ τοὺς Ἰουδαίους λόγῳ ὕβριζον, εἶτα λίθοις ἀλλήλους ἔβαλλον, ἕως πολλοὺς παρʼ ἀμφότερα τρωθῆναί τε καὶ πεσεῖν συνέβη· νικῶσί γε μὴν Ἰουδαῖοι. 20.177Φῆλιξ δʼ ὡς ἐθεάσατο φιλονεικίαν ἐν πολέμου τρόπῳ γενομένην προπηδήσας παύεσθαι τοὺς Ἰουδαίους παρεκάλει, μὴ πειθομένοις δὲ τοὺς στρατιώτας ὁπλίσας ἐπαφίησι καὶ πολλοὺς μὲν αὐτῶν ἀνεῖλεν, πλείους δὲ ζῶντας ἔλαβεν, οἰκίας δέ τινας τῶν ἐν τῇ πόλει πολλῶν πάνυ χρημάτων γεμούσας διαρπάζειν ἐφῆκεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.170 Joseph. AJ 20.176 (English) >>Joseph. AJ 20.180

Powered by PhiloLogic